Aesop's Fables (Chambry edition)
Chambry 137 = Perry 115
Ἰξευτὴς καὶ ἀσπίς.
Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς
καλάμους ἐξῆλθεν ἐπ' ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου
καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους
ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω
νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα
δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· Ἄθλιος ἔγωγε,
ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.
Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.
(variant version from Chambry's first edition)
Ἰξευτὴς καὶ ἔχις.
Ἰξευτὴς ἰξὸν ἀναλαβὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν.
Ἰδὼν δὲ κίχλαν ἐφ' ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις
ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος εφεώρα. Καὶ δὴ λαθὼν
ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. Τῆς δ' ὀργισθείσης καὶ δακούσης αὐτόν,
ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος,
αὐτὸς ὑφ' ἑτέρου ἠγρεύθην εἰς θάνατον.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφ' ἑτέρων
τοῦτ' αὐτὸ πάσχοντες.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |