Aesop's Fables: Babrius
Babrius 59 = Perry 100
Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις
ἤριζ' Ἀθηνᾶ, τίς καλόν τι ποιήσει.
ποιεῖ μὲν ὁ Ζεὺς ἐκπρεπέστατον ζώων
ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις,
ὁ δ' αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις
κριτὴς ὁ Μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει.
κἀκεῖνος, ὡς πέφυκε πάντας ἐχθραίνων,
πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου,
τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεὶσθαι,
ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γ' ἀνθρώπου,
μὴ σχεῖν θυρωτὰ μηδ' ἀνοικτὰ τὰ στὴθη,
ὡς ἂν βλέποιτο τῷ πέλας τί βουλεύοι·
τῆς οἰκίης δέ, μὴ τροχοὺς σιδηρείους
ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους τ' ἄλλους
συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις.
[Τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει;
πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν.
ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.]
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|