<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 5 = Perry 281

Ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων,
οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις.
τούτων δ' ὁ λειφθείς, τραυμάτων γὰρ ἦν πλήρης,
ἔκυπτ' ἐς οἴκου γωνίην ὑπ' αἰσχύνης·
ὁ δ' ἄλλος εὐθὺς εἰς τὸ δῶμα πηδήσας
επικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει.
καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας
ἀπῆλθ'· ὁ δ' ἀδεῶς ἀμφέβαινε θηλείαις,
ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.
[Ἄνθρωπε, καὶ σὺ μή ποτ' ἴσθι καυχήμων,
ἄλλου σε πλεὶον τῆς τύχης ἐπαιρούσης·
πολλοὺς ἔσωσε καὶ τὸ μὴ καλῶς πράσσει̼/span>½.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.