Aesop's Fables: Babrius
Babrius 6 = Perry
18
Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα
ξύων
καλάμῳ τε λεπτῷ τὸν γλυκὺν βίον σώζων
μικρόν ποτ' ἰχθὺν ὁρμιῆς ἀφ' ἱππείης
ἤγρευσεν, ἐκ τῶν εἰς τάγηνον ὡραίων.
ὁ δ' αὐτὸν ἱκέτευε προσδοκῶν πείσειν·
"τί σοι τὸ κέρδος; ἢ πόσου με πωλήσεις;
οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρώην
πρὸς τῇδε πέτρῃ φυκὶς ἔπτυσεν μήτηρ.
νῦν οὖν ἄφες με, μὴ μάτην μ' ἀποκτείνῃς.
ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων
μέγας γένωμαι, πλουσίοις πρέπων δεὶπνοις,
τότ' ἐνθάδ' ἐλθὼν ὕστερόν με συλλήψῃ."
τοιαῦτα μύζων ἱκέτευεν ἀσπαίρων,
ἀλλ' οὐκ ἔμελλε τὸν γέροντα θωπεὺσειν·
ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ
"ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας
μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|