<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 39 = Perry 158

Μῦθος ὁ τῆς τροφοῦ τοὺ λύκου τε παραινῶν μὴ ἐλπίδι μένειν πρὸ ἐκβάσεως.
Τηθὴν ἐλύπει δαρκύον παιδίον, ὡς δὲ ἐνοχλούμενον οὐκ ἐπαύετο, ἠπείλει λύκῳ παραβαλεῖν εἰ μὴ παύσαιτο: λύκος δέ τις παρατυχών, ἔμενε τὸν λόγον ἐκβῆναι πρὸς ἔργον. καὶ τὸ μὲν παιδίον ἐδεδώκει πρός ὕπνον, κενὸς δὲ ὁ λύκος ἀπεχώρει θήρας τής τε παρούσης καὶ τὴς ἀλλαχόθεν ἐλπιζομένης γενήσεσθαι.
Ἄπορον ἐλπὶς μὴ προσλαβοῦσα τὴν ἔκβασιν.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.