<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 38 = Perry 283

Μῦθος ὁ τοῦ γεωργοῦ καὶ τῆς ἀλώπεκος.
Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει καὶ θηράσας ἀλώπεκα, προσάψας δαλόν, πρὸς τὸ τοῦ γεὶτονος ἀφίησι λήϊον: ἡ δέ, καθ' ἣν ἀφεῖτο, μὴ παριοῦσα βουλομένου τοῦ δαίμονος, τὸ τοῦ πέμψαντος ἐνέπρησε λήϊον.
Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.