<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 37 = Perry 374

Μῦθος τῆς ἀμπέλου.
Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν καὶ τὸ βλάστημα: τράγος δέ τις ὕβρει χρώμενος πλείονι τῆς ἀμπέλου παρέτρωγε καὶ διελυμαίνετο προσιὼν τοῖς βλαστήμασιν: ἡ δὲ πρὸς αὐτὸν εἶπε: << μένει σε τῆς ὕβρεως δίκη: σὺ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ἱερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρ' ἐμαυτῆς ἀντισπείσω τὸν οἶνον. >>
Ἃ δρᾷ τις καὶ πείσεται.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.