<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 27 = Perry 400

Μῦθος ὁ τῶν μελισσῶν καὶ τοῦ ποιμένος παραινῶν πονηροῖς μὴ τίθεσθαι κέρδεσιν.
Ἐν κοίλῃ δρυὶ μέλι κατειργάζοντο μέλισσαι, ποιμὴν δὲ τις αὐταῖς ἐργαζομέναις περιτυχών, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος. αἱ δὲ ἄλλοτε ἄλλως περιιπτάμεναι, αὐτὸν ὤθουν τοῖς κέντροις: καὶ τελευτὴν ὁ ποιμήν: << ἄπειμι - ἔφη - μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν. >>
Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.