<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 26 = Perry 352

Μῦθος ὁ τῶν μυῶν παραινῶν στέργειν τὰ μέτρια.
Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυί, καὶ τὴν φιλίαν πιστούμενος, πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμβανε καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρόν. ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικός, εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον: ὡς δὲ τῶν ὄντων ὥρμα προσάπετεσθαι, προσιών τις ἀνέκοπτε, καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν, καὶ τελευταῖον ὁ ἀρουραῖος: << ἄπειμι - ἔφη - τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς. >>
Οὕτως οἱ μέτρια κτώμενοι καὶ τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.