Aesop's Fables: Aphthonius
Aphthonius 25
= Perry 156
Μῦθος ὁ τοῦ λύκου παραινῶν
μὴ φαύλους εὐεργετεῖν.
Λύκῳ περιπείρεται ὀστέον τῷ
φάρυγγι καὶ ἐζήτει τὸν ἰασόμενον. ἑκάστου
δὲ τὴν πρὸς αὐτὸν ἴασιν φεύγοντος, μόνη
τῶν ἄλλων ἐπὶ μισθῷ ὑπέσχετο ποιήσειν
ἡ γέρανος καὶ θεῖσα τὴν κεφαλήν, ἐξαιρεῖται
τοῦ πάθους τὸν λύκον: καὶ προσαιτουμένῃ
μισθὸν τῆς ἰάσεως, ἀρκούντα μισθὸν
ὁ λύκος ἔλεγεν ἔειν τὴν κεφαλὴν ἀπὸ
λύκου στόματος ἀκέραιον.
Πονηροὶ σωθέντες ἀδικοῦσι
τοὺς σώσαντας.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |