Aesop's Fables (Chambry edition)
Chambry 79 = Perry 296
Γεωργὸς καὶ ἀετός.
Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον,
τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ
χάριτος κατεφάνη, ἀλλ' ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς
ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτο
δὲ ὁ ἀετὸς ἔρριψε. Καὶ ἀναλαβόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος
συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιβήν. Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας
ἔκ τινος ἀντευεργετεῖν χρή· ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι.
(variant version from Chambry's first edition)
Γεωργὸς καὶ ἀετός.
Γεωργῷ τινι ἀετὸς ἐθηρεύθη καὶ γνωσθεὶς ἀπελύθη. Ὁ δὲ
τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου,
τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι
βουλόμενος, ὡς καὶ κατώρθωσε. Μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης
ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ
ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταβολῃ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος,
ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας.
Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ὁμοίως ἀντιποιεῖσθαι χρή.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |