|
Aesop's Fables (Chambry edition)
Chambry 341 = Perry 242
Ὕαινα καὶ ἀλώπηξ.
Τὰς ὑαίνας φασί, παρ' ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς
φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη
ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη
ὑποτυχοῦσα εἶπεν· Ἀλλ' ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι' ἣν ἀγνοῶ πότερον
ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι.
Πρὸς ἄνδρα ἀμφίβολον.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |
|