Aesop's Fables (Chambry edition)
Chambry 336 = Perry 373
Τέττιξ καὶ μύρμηκες.
Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον.
Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· Διὰ
τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν; Ὁ δὲ εἶπεν· Οὐκ ἐσχόλαζον, ἀλλ'
ᾖδον μουσικῶς. Οἱ δὲ γελάσαντες εἶπον· Ἀλλ' εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος
ὀρχοῦ. Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ
λυπηθῇ καὶ κινδυνεύσῃ.
(variant version from Chambry's first edition)
Τέττιξ καὶ μύρμηκες.
Ὥρας δέ ποτε χειμῶνος τυγχανούσης,
μύρμηκες σῖτον ἡλίαζον βραχέντα.
Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας,
αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι,
δραμὼν παρ' αὐτοὺς ἐδωδὴν ἐπεζήτει.
Τῶν δὲ φησάντων· Τῷ θέρει πῶς οὐκ ἔσχες,
ἀλλ' ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως;
τέττιξ ἀντεῖπεν· Ἀλλ' ἐτερπόμην τότε,
αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους.
Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες
ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων·
Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει·
ἀλλ' ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει
καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους.
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος
πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |