Aesop's Fables (Chambry edition)
Chambry 187 = Perry 132
Κύων λέοντα διώκων καὶ ἀλώπηξ.
Κύων θηρευτικὸς λέοντα ἰδων,
τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω
ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· "Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες,
οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;"
Ὁ λόγος λεχθείη ἂν ἐπ' ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν
ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.
(variant version from Chambry's first edition)
Κύων λέοντα διώκων καὶ ἀλώπηξ.
Κύων λέοντα διώκει κατὰ κράτος.
Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε
ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω.
Τοῦτον δ' ἀλώπηξ προσιδοῦς' ἐπεφώνει·
Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις;
Ἄφρων δ' ὅς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· νίκης
τε στέρεται καὶ πρὸς τούτοις γελοῖα πάσχει.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |