|
Aesop's Fables (Chambry edition)
Chambry 116 = Perry 93
Ἔχις καὶ ῥίνη.
Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ
ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει·
λαβὼν δὲ παρ' αὐτῶν ἧκε πρὸς τὴν ῥίνην
καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ.
Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· Ἀλλ' εὐηθὴς εἶ
παρ' ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις
οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων
εἴωθα.
Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ
φιλαργύρων τι κερδανεῖν προσδοκῶντες.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |
|