John 2:12-22. μετὰ τοῦτο κατέβη εἰς καφαρναοὺμ αὐτὸς
καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ
ἔμειναν οὐ πολλὰς ἡμέρας. καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβη
εἰς ἱεροσόλυμα ὁ ἰησοῦς. καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ
πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας φραγέλλιον
ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας,
καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν, καὶ
τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε
τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ
ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. ἀπεκρίθησαν
οὖν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα
ποιεῖς; ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, λύσατε τὸν ναὸν τοῦτον καὶ
ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. εἶπαν οὖν οἱ ἰουδαῖοι, τεσσεράκοντα καὶ
ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὖν ἠγέρθη ἐκ
νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν
τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ ἰησοῦς. |
John 2:12-22. After this he went down to Capernaum, he, and his mother,
and his brethren, and his disciples: and they continued there not many
days. And the Jews' passover was at hand, and Jesus went up to Jerusalem.
And found in the temple those that sold oxen and sheep and doves, and the
changers of money sitting: And when he had made a scourge of small cords,
he drove them all out of the temple, and the sheep, and the oxen; and poured
out the changers' money, and overthrew the tables; And said unto them that
sold doves, Take these things hence; make not my Father's house an house
of merchandise. And his disciples remembered that it was written, The zeal
of thine house hath eaten me up. Then answered the Jews and said unto him,
What sign shewest thou unto us, seeing that thou doest these things? Jesus
answered and said unto them, Destroy this temple, and in three days I will
raise it up. Then said the Jews, Forty and six years was this temple in
building, and wilt thou rear it up in three days? But he spake of the temple
of his body. When therefore he was risen from the dead, his disciples remembered
that he had said this unto them; and they believed the scripture, and the
word which Jesus had said. |