Luke 20:41-47. εἶπεν δὲ πρὸς αὐτούς, πῶς λέγουσιν
τὸν χριστὸν εἶναι δαυὶδ υἱόν; αὐτὸς γὰρ δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν,
εἶπεν κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς
σου ὑποπόδιον τῶν ποδῶν σου. δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ
υἱός ἐστιν; ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς [αὐτοῦ],
προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων
ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας
ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ
προσεύχονται: οὗτοι λήμψονται περισσότερον κρίμα. |
Luke 20:41-47. And he said unto them, How say they that Christ is David's
son? And David himself saith in the book of Psalms, The LORD said unto
my Lord, Sit thou on my right hand, Till I make thine enemies thy footstool.
David therefore calleth him Lord, how is he then his son? Then in the audience
of all the people he said unto his disciples, Beware of the scribes, which
desire to walk in long robes, and love greetings in the markets, and the
highest seats in the synagogues, and the chief rooms at feasts; Which devour
widows' houses, and for a shew make long prayers: the same shall receive
greater damnation. |