Luke 16:1-8. ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς, ἄνθρωπός
τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων
τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, τί τοῦτο ἀκούω περὶ
σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται
τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. ἔγνων
τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς
οἴκους αὐτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου
ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ, πόσον ὀφείλεις τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν, ἑκατὸν
βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ, δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως
γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπεν, σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν,
ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ, δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν:
ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς
εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. |
Luke 16:1-8. And he said also unto his disciples, There was a certain
rich man, which had a steward; and the same was accused unto him that he
had wasted his goods. And he called him, and said unto him, How is it that
I hear this of thee? give an account of thy stewardship; for thou mayest
be no longer steward. Then the steward said within himself, What shall
I do? for my lord taketh away from me the stewardship: I cannot dig; to
beg I am ashamed. I am resolved what to do, that, when I am put out of
the stewardship, they may receive me into their houses. So he called every
one of his lord's debtors unto him, and said unto the first, How much owest
thou unto my lord? And he said, An hundred measures of oil. And he said
unto him, Take thy bill, and sit down quickly, and write fifty. Then said
he to another, And how much owest thou? And he said, An hundred measures
of wheat. And he said unto him, Take thy bill, and write fourscore. And
the lord commended the unjust steward, because he had done wisely: for
the children of this world are in their generation wiser than the children
of light. |