Luke 11:27-37. ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα
ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, μακαρία ἡ κοιλία ἡ βαστάσασά
σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπεν, μενοῦν μακάριοι οἱ ἀκούοντες
τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες. τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο
λέγειν, ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν: σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ
δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ. καθὼς γὰρ ἐγένετο ἰωνᾶς τοῖς νινευίταις
σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. βασίλισσα
νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ
κατακρινεῖ αὐτούς: ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν
σολομῶνος, καὶ ἰδοὺ πλεῖον σολομῶνος ὧδε. ἄνδρες νινευῖται ἀναστήσονται
ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν: ὅτι μετενόησαν
εἰς τὸ κήρυγμα ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον ἰωνᾶ ὧδε. οὐδεὶς λύχνον ἅψας εἰς
κρύπτην τίθησιν [οὐδὲ ὑπὸ τὸν μόδιον] ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι
τὸ φῶς βλέπωσιν. ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός
σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν: ἐπὰν δὲ πονηρὸς ᾖ,
καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν
ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν
φαρισαῖος ὅπως ἀριστήσῃ παρ' αὐτῷ: εἰσελθὼν δὲ ἀνέπεσεν. |
Luke 11:27-37. And it came to pass, as he spake these things, a certain
woman of the company lifted up her voice, and said unto him, Blessed is
the womb that bare thee, and the paps which thou hast sucked. But he said,
Yea rather, blessed are they that hear the word of God, and keep it. And
when the people were gathered thick together, he began to say, This is
an evil generation: they seek a sign; and there shall no sign be given
it, but the sign of Jonas the prophet. For as Jonas was a sign unto the
Ninevites, so shall also the Son of man be to this generation. The queen
of the south shall rise up in the judgment with the men of this generation,
and condemn them: for she came from the utmost parts of the earth to hear
the wisdom of Solomon; and, behold, a greater than Solomon is here. The
men of Nineve shall rise up in the judgment with this generation, and shall
condemn it: for they repented at the preaching of Jonas; and, behold, a
greater than Jonas is here. No man, when he hath lighted a candle, putteth
it in a secret place, neither under a bushel, but on a candlestick, that
they which come in may see the light. The light of the body is the eye:
therefore when thine eye is single, thy whole body also is full of light;
but when thine eye is evil, thy body also is full of darkness. Take heed
therefore that the light which is in thee be not darkness. If thy whole
body therefore be full of light, having no part dark, the whole shall be
full of light, as when the bright shining of a candle doth give thee light.
And as he spake, a certain Pharisee besought him to dine with him: and
he went in, and sat down to meat. |