Luke 7:1-10. ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ
εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς καφαρναούμ. ἑκατοντάρχου δέ τινος
δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ
τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων, ἐρωτῶν αὐτὸν
ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν
παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ
ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς
οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ, κύριε, μὴ σκύλλου, οὐ
γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς: διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα
πρὸς σὲ ἐλθεῖν: ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός
εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ,
πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ
μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν,
καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ἰσραὴλ
τοσαύτην πίστιν εὗρον. καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες
εὗρον τὸν δοῦλον ὑγιαίνοντα. |
Luke 7:1-10. Now when he had ended all his sayings in the audience of
the people, he entered into Capernaum. And a certain centurion's servant,
who was dear unto him, was sick, and ready to die. And when he heard of
Jesus, he sent unto him the elders of the Jews, beseeching him that he
would come and heal his servant. And when they came to Jesus, they besought
him instantly, saying, That he was worthy for whom he should do this: For
he loveth our nation, and he hath built us a synagogue. Then Jesus went
with them. And when he was now not far from the house, the centurion sent
friends to him, saying unto him, Lord, trouble not thyself: for I am not
worthy that thou shouldest enter under my roof: Wherefore neither thought
I myself worthy to come unto thee: but say in a word, and my servant shall
be healed. For I also am a man set under authority, having under me soldiers,
and I say unto one, Go, and he goeth; and to another, Come, and he cometh;
and to my servant, Do this, and he doeth it. When Jesus heard these things,
he marvelled at him, and turned him about, and said unto the people that
followed him, I say unto you, I have not found so great faith, no, not
in Israel. And they that were sent, returning to the house, found the servant
whole that had been sick. |