Luke 1:24-35. μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν
ἐλισάβετ ἡ γυνὴ αὐτοῦ: καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι
οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου
ἐν ἀνθρώποις. ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ἀπὸ τοῦ
θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲθ πρὸς παρθένον ἐμνηστευμένην
ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ.
καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.
ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, μὴ φοβοῦ, μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ:
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ
ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ
κύριος ὁ θεὸς τὸν θρόνον δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν
οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον, πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ,
καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι: διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται,
υἱὸς θεοῦ. |
Luke 1:24-35. And after those days his wife Elisabeth conceived, and
hid herself five months, saying, Thus hath the Lord dealt with me in the
days wherein he looked on me, to take away my reproach among men. And in
the sixth month the angel Gabriel was sent from God unto a city of Galilee,
named Nazareth, To a virgin espoused to a man whose name was Joseph, of
the house of David; and the virgin's name was Mary. And the angel came
in unto her, and said, Hail, thou that art highly favoured, the Lord is
with thee: blessed art thou among women. And when she saw him, she was
troubled at his saying, and cast in her mind what manner of salutation
this should be. And the angel said unto her, Fear not, Mary: for thou hast
found favour with God. And, behold, thou shalt conceive in thy womb, and
bring forth a son, and shalt call his name JESUS. He shall be great, and
shall be called the Son of the Highest: and the Lord God shall give unto
him the throne of his father David: And he shall reign over the house of
Jacob for ever; and of his kingdom there shall be no end. Then said Mary
unto the angel, How shall this be, seeing I know not a man? And the angel
answered and said unto her, The Holy Ghost shall come upon thee, and the
power of the Highest shall overshadow thee: therefore also that holy thing
which shall be born of thee shall be called the Son of God. |