Mark 1:1-11. ἀρχὴ τοῦ εὐαγγελίου ἰησοῦ χριστοῦ [υἱοῦ
θεοῦ]. καθὼς γέγραπται ἐν τῷ ἠσαΐᾳ τῷ προφήτῃ, ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν
μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου: φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
_ ἐγένετο ἰωάννης [ὁ] βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας
εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ἰουδαία χώρα καὶ
οἱ ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ ἰορδάνῃ ποταμῷ
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. καὶ ἦν ὁ ἰωάννης ἐνδεδυμένος τρίχας
καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας
καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσεν λέγων, ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω
μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ:
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ. καὶ
ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ἰησοῦς ἀπὸ ναζαρὲτ τῆς γαλιλαίας
καὶ ἐβαπτίσθη εἰς τὸν ἰορδάνην ὑπὸ ἰωάννου. καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ
ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον
εἰς αὐτόν: καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός,
ἐν σοὶ εὐδόκησα. |
Mark 1:1-11. The beginning of the gospel of Jesus Christ, the Son of
God; As it is written in the prophets, Behold, I send my messenger before
thy face, which shall prepare thy way before thee. The voice of one crying
in the wilderness, Prepare ye the way of the Lord, make his paths straight.
John did baptize in the wilderness, and preach the baptism of repentance
for the remission of sins. And there went out unto him all the land of
Judaea, and they of Jerusalem, and were all baptized of him in the river
of Jordan, confessing their sins. And John was clothed with camel's hair,
and with a girdle of a skin about his loins; and he did eat locusts and
wild honey; And preached, saying, There cometh one mightier than I after
me, the latchet of whose shoes I am not worthy to stoop down and unloose.
I indeed have baptized you with water: but he shall baptize you with the
Holy Ghost. And it came to pass in those days, that Jesus came from Nazareth
of Galilee, and was baptized of John in Jordan. And straightway coming
up out of the water, he saw the heavens opened, and the Spirit like a dove
descending upon him: And there came a voice from heaven, saying, Thou art
my beloved Son, in whom I am well pleased. |