Matthew 27:15-26. κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν
ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. εἶχον δὲ τότε δέσμιον ἐπίσημον
λεγόμενον [ἰησοῦν] βαραββᾶν. συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ πιλᾶτος,
τίνα θέλετε ἀπολύσω ὑμῖν, [ἰησοῦν τὸν] βαραββᾶν ἢ ἰησοῦν τὸν λεγόμενον
χριστόν; ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. καθημένου δὲ αὐτοῦ
ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ
καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. οἱ
δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν
βαραββᾶν τὸν δὲ ἰησοῦν ἀπολέσωσιν. ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς,
τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, τὸν βαραββᾶν. λέγει
αὐτοῖς ὁ πιλᾶτος, τί οὖν ποιήσω ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν
πάντες, σταυρωθήτω. ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον
λέγοντες, σταυρωθήτω. ἰδὼν δὲ ὁ πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον
θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου,
λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου: ὑμεῖς ὄψεσθε. καὶ ἀποκριθεὶς
πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τότε
ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, τὸν δὲ ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα
σταυρωθῇ. |
Matthew 27:15-26. Now at that feast the governor was wont to release
unto the people a prisoner, whom they would. And they had then a notable
prisoner, called Barabbas. Therefore when they were gathered together,
Pilate said unto them, Whom will ye that I release unto you? Barabbas,
or Jesus which is called Christ? For he knew that for envy they had delivered
him. When he was set down on the judgment seat, his wife sent unto him,
saying, Have thou nothing to do with that just man: for I have suffered
many things this day in a dream because of him. But the chief priests and
elders persuaded the multitude that they should ask Barabbas, and destroy
Jesus. The governor answered and said unto them, Whether of the twain will
ye that I release unto you? They said, Barabbas. Pilate saith unto them,
What shall I do then with Jesus which is called Christ? They all say unto
him, Let him be crucified. And the governor said, Why, what evil hath he
done? But they cried out the more, saying, Let him be crucified. When Pilate
saw that he could prevail nothing, but that rather a tumult was made, he
took water, and washed his hands before the multitude, saying, I am innocent
of the blood of this just person: see ye to it. Then answered all the people,
and said, His blood be on us, and on our children. Then released he Barabbas
unto them: and when he had scourged Jesus, he delivered him to be crucified. |