Matthew 23:1-12. τότε ὁ ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις
καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων, ἐπὶ τῆς μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς
καὶ οἱ φαρισαῖοι. πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε,
κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε: λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. δεσμεύουσιν
δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν
ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. πάντα δὲ
τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις: πλατύνουσιν γὰρ
τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα, φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν
ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς
ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββί. ὑμεῖς δὲ μὴ κληθῆτε,
ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ
οὐράνιος. μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός.
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται,
καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. |
Matthew 23:1-12. Then spake Jesus to the multitude, and to his disciples,
Saying The scribes and the Pharisees sit in Moses' seat: All therefore
whatsoever they bid you observe, that observe and do; but do not ye after
their works: for they say, and do not. For they bind heavy burdens and
grievous to be borne, and lay them on men's shoulders; but they themselves
will not move them with one of their fingers. But all their works they
do for to be seen of men: they make broad their phylacteries, and enlarge
the borders of their garments, And love the uppermost rooms at feasts,
and the chief seats in the synagogues, And greetings in the markets, and
to be called of men, Rabbi, Rabbi. But be not ye called Rabbi: for one
is your Master, even Christ; and all ye are brethren. And call no man your
father upon the earth: for one is your Father, which is in heaven. Neither
be ye called masters: for one is your Master, even Christ. But he that
is greatest among you shall be your servant. And whosoever shall exalt
himself shall be abased; and he that shall humble himself shall be exalted. |