Matthew 22:11-22. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι
τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου: καὶ
λέγει αὐτῷ, ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας
ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον: ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ
βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. τότε
πορευθέντες οἱ φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν
λόγῳ. καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ἡρῳδιανῶν λέγοντες,
διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις,
καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ: ἔξεστιν δοῦναι κῆνσον καίσαρι ἢ οὔ; γνοὺς
δὲ ὁ ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ
μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει
αὐτοῖς, τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; λέγουσιν αὐτῷ, καίσαρος. τότε
λέγει αὐτοῖς, ἀπόδοτε οὖν τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. |
Matthew 22:11-22. And when the king came in to see the guests, he saw
there a man which had not on a wedding garment: And he saith unto him,
Friend, how camest thou in hither not having a wedding garment? And he
was speechless. Then said the king to the servants, Bind him hand and foot,
and take him away, and cast him into outer darkness, there shall be weeping
and gnashing of teeth. For many are called, but few are chosen. Then went
the Pharisees, and took counsel how they might entangle him in his talk.
And they sent out unto him their disciples with the Herodians, saying,
Master, we know that thou art true, and teachest the way of God in truth,
neither carest thou for any man: for thou regardest not the person of men.
Tell us therefore, What thinkest thou? Is it lawful to give tribute unto
Caesar, or not? But Jesus perceived their wickedness, and said, Why tempt
ye me, ye hypocrites? Shew me the tribute money. And they brought unto
him a penny. And he saith unto them, Whose is this image and superscription?
They say unto him, Caesar's. Then saith he unto them, Render therefore
unto Caesar the things which are Caesar's; and unto God the things that
are God's. When they had heard these words, they marvelled, and left him,
and went their way. |