Matthew 21:6-16. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες
καθὼς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν
ἐπ' αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος
ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν
δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ
οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ὡσαννὰ τῷ υἱῷ δαυίδ: εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι κυρίου: ὡσαννὰ ἐν τοῖς ὑψίστοις. καὶ εἰσελθόντος
αὐτοῦ εἰς ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα, τίς ἐστιν οὗτος; οἱ
δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης ἰησοῦς ὁ ἀπὸ ναζαρὲθ τῆς γαλιλαίας.
καὶ εἰσῆλθεν ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας
καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν
καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς, γέγραπται,
ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον
λῃστῶν. καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν
αὐτούς. ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν
καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ
δαυίδ, ἠγανάκτησαν καὶ εἶπαν αὐτῷ, ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ ἰησοῦς
λέγει αὐτοῖς, ναί: οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων
κατηρτίσω αἶνον; |
Matthew 21:6-16. And the disciples went, and did as Jesus commanded them,
And brought the ass, and the colt, and put on them their clothes, and they
set him thereon. And a very great multitude spread their garments in the
way; others cut down branches from the trees, and strawed them in the way.
And the multitudes that went before, and that followed, cried, saying,
Hosanna to the son of David: Blessed is he that cometh in the name of the
Lord; Hosanna in the highest. And when he was come into Jerusalem, all
the city was moved, saying, Who is this? And the multitude said, This is
Jesus the prophet of Nazareth of Galilee. And Jesus went into the temple
of God, and cast out all them that sold and bought in the temple, and overthrew
the tables of the moneychangers, and the seats of them that sold doves,
And said unto them, It is written, My house shall be called the house of
prayer; but ye have made it a den of thieves. And the blind and the lame
came to him in the temple; and he healed them. And when the chief priests
and scribes saw the wonderful things that he did, and the children crying
in the temple, and saying, Hosanna to the son of David; they were sore
displeased, And said unto him, Hearest thou what these say? And Jesus saith
unto them, Yea; have ye never read, Out of the mouth of babes and sucklings
thou hast perfected praise? |