Matthew 14:23-33. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη
εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον
ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς
ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν. οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν
ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν,
καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθὺς δὲ ἐλάλησεν [ὁ ἰησοῦσ] αὐτοῖς λέγων,
θαρσεῖτε, ἐγώ εἰμι: μὴ φοβεῖσθε. ἀποκριθεὶς δὲ αὐτῷ ὁ πέτρος εἶπεν, κύριε,
εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα: ὁ δὲ εἶπεν, ἐλθέ.
καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [ὁ] πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν
πρὸς τὸν ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον [ἰσχυρὸν] ἐφοβήθη, καὶ ἀρξάμενος
καταποντίζεσθαι ἔκραξεν λέγων, κύριε, σῶσόν με. εὐθέως δὲ ὁ ἰησοῦς ἐκτείνας
τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ πλοίῳ
προσεκύνησαν αὐτῷ λέγοντες, ἀληθῶς θεοῦ υἱὸς εἶ. |
Matthew 14:23-33. And when he had sent the multitudes away, he went up
into a mountain apart to pray: and when the evening was come, he was there
alone. But the ship was now in the midst of the sea, tossed with waves:
for the wind was contrary. And in the fourth watch of the night Jesus went
unto them, walking on the sea. And when the disciples saw him walking on
the sea, they were troubled, saying, It is a spirit; and they cried out
for fear. But straightway Jesus spake unto them, saying, Be of good cheer;
it is I; be not afraid. And Peter answered him and said, Lord, if it be
thou, bid me come unto thee on the water. And he said, Come. And when Peter
was come down out of the ship, he walked on the water, to go to Jesus.
But when he saw the wind boisterous, he was afraid; and beginning to sink,
he cried, saying, Lord, save me. And immediately Jesus stretched forth
his hand, and caught him, and said unto him, O thou of little faith, wherefore
didst thou doubt? And when they were come into the ship, the wind ceased.
Then they that were in the ship came and worshipped him, saying, Of a truth
thou art the Son of God. |