Matthew 13:24-32. ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς
λέγων, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα
ἐν τῷ ἀγρῷ αὐτοῦ. ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς
καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. ὅτε δὲ ἐβλάστησεν
ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. προσελθόντες
δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας
ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; ὁ δὲ ἔφη αὐτοῖς, ἐχθρὸς ἄνθρωπος
τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ, θέλεις οὖν ἀπελθόντες συλλέξωμεν
αὐτά; ὁ δέ φησιν, οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς
τὸν σῖτον. ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ: καὶ ἐν καιρῷ
τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε
αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς
τὴν ἀποθήκην μου. ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, ὁμοία ἐστὶν
ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν
τῷ ἀγρῷ αὐτοῦ: ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ
μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ
τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. |
Matthew 13:24-32. Another parable put he forth unto them, saying, The
kingdom of heaven is likened unto a man which sowed good seed in his field:
But while men slept, his enemy came and sowed tares among the wheat, and
went his way. But when the blade was sprung up, and brought forth fruit,
then appeared the tares also. So the servants of the householder came and
said unto him, Sir, didst not thou sow good seed in thy field? from whence
then hath it tares? He said unto them, An enemy hath done this. The servants
said unto him, Wilt thou then that we go and gather them up? But he said,
Nay; lest while ye gather up the tares, ye root up also the wheat with
them. Let both grow together until the harvest: and in the time of harvest
I will say to the reapers, Gather ye together first the tares, and bind
them in bundles to burn them: but gather the wheat into my barn. Another
parable put he forth unto them, saying, The kingdom of heaven is like to
a grain of mustard seed, which a man took, and sowed in his field: Which
indeed is the least of all seeds: but when it is grown, it is the greatest
among herbs, and becometh a tree, so that the birds of the air come and
lodge in the branches thereof. |