Matthew 12:38-45. τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν
γραμματέων καὶ φαρισαίων λέγοντες, διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον
ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον
ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ τοῦ προφήτου.
ὥσπερ γὰρ ἦν ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας,
οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ
τρεῖς νύκτας. ἄνδρες νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς
ταύτης καὶ κατακρινοῦσιν αὐτήν: ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ἰωνᾶ, καὶ
ἰδοὺ πλεῖον ἰωνᾶ ὧδε. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς
γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν: ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς
ἀκοῦσαι τὴν σοφίαν σολομῶνος, καὶ ἰδοὺ πλεῖον σολομῶνος ὧδε. ὅταν δὲ
τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων
ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. τότε λέγει, εἰς τὸν οἶκόν μου ἐπιστρέψω
ὅθεν ἐξῆλθον: καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
τότε πορεύεται καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα
ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ: καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου
ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ. |
Matthew 12:38-45. Then certain of the scribes and of the Pharisees answered,
saying, Master, we would see a sign from thee. But he answered and said
unto them, An evil and adulterous generation seeketh after a sign; and
there shall no sign be given to it, but the sign of the prophet Jonas:
For as Jonas was three days and three nights in the whale's belly; so shall
the Son of man be three days and three nights in the heart of the earth.
The men of Nineveh shall rise in judgment with this generation, and shall
condemn it: because they repented at the preaching of Jonas; and, behold,
a greater than Jonas is here. The queen of the south shall rise up in the
judgment with this generation, and shall condemn it: for she came from
the uttermost parts of the earth to hear the wisdom of Solomon; and, behold,
a greater than Solomon is here. When the unclean spirit is gone out of
a man, he walketh through dry places, seeking rest, and findeth none. Then
he saith, I will return into my house from whence I came out; and when
he is come, he findeth it empty, swept, and garnished. Then goeth he, and
taketh with himself seven other spirits more wicked than himself, and they
enter in and dwell there: and the last state of that man is worse than
the first. Even so shall it be also unto this wicked generation. |