Matthew 4:12-22. ἀκούσας δὲ ὅτι ἰωάννης παρεδόθη
ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν. καὶ καταλιπὼν τὴν ναζαρὰ ἐλθὼν κατῴκησεν
εἰς καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις ζαβουλὼν καὶ νεφθαλίμ: ἵνα
πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, γῆ ζαβουλὼν καὶ γῆ
νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ἰορδάνου, γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς
ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ
σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς κηρύσσειν
καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. περιπατῶν
δὲ παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν δύο ἀδελφούς, σίμωνα τὸν λεγόμενον
πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν
θάλασσαν: ἦσαν γὰρ ἁλιεῖς. καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω
ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ἰάκωβον τὸν τοῦ ζεβεδαίου
καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ ζεβεδαίου τοῦ πατρὸς
αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν: καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως
ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. |
Matthew 4:12-22. Now when Jesus had heard that John was cast into prison,
he departed into Galilee; And leaving Nazareth, he came and dwelt in Capernaum,
which is upon the sea coast, in the borders of Zabulon and Nephthalim:
That it might be fulfilled which was spoken by Esaias the prophet, saying,
The land of Zabulon, and the land of Nephthalim, by the way of the sea,
beyond Jordan, Galilee of the Gentiles; The people which sat in darkness
saw great light; and to them which sat in the region and shadow of death
light is sprung up. From that time Jesus began to preach, and to say, Repent:
for the kingdom of heaven is at hand. And Jesus, walking by the sea of
Galilee, saw two brethren, Simon called Peter, and Andrew his brother,
casting a net into the sea: for they were fishers. And he saith unto them,
Follow me, and I will make you fishers of men. And they straightway left
their nets, and followed him. And going on from thence, he saw other two
brethren, James the son of Zebedee, and John his brother, in a ship with
Zebedee their father, mending their nets; and he called them. And they
immediately left the ship and their father, and followed him. |