Matthew 1:24-2:8. ἐγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου
ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα
αὐτοῦ: καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν: καὶ ἐκάλεσεν τὸ ὄνομα
αὐτοῦ ἰησοῦν. τοῦ δὲ ἰησοῦ γεννηθέντος ἐν βηθλέεμ τῆς ἰουδαίας ἐν ἡμέραις
ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ἱεροσόλυμα
λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ
τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς
ἡρῴδης ἐταράχθη καὶ πᾶσα ἱεροσόλυμα μετ' αὐτοῦ, καὶ συναγαγὼν πάντας
τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ χριστὸς
γεννᾶται. οἱ δὲ εἶπαν αὐτῷ, ἐν βηθλέεμ τῆς ἰουδαίας: οὕτως γὰρ γέγραπται
διὰ τοῦ προφήτου: καὶ σύ, βηθλέεμ γῆ ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς
ἡγεμόσιν ἰούδα: ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν
λαόν μου τὸν ἰσραήλ. τότε ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν
παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς βηθλέεμ
εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου: ἐπὰν δὲ εὕρητε
ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. |
Matthew 1:24-2:8. Then Joseph being raised from sleep did as the angel
of the Lord had bidden him, and took unto him his wife: And knew her not
till she had brought forth her firstborn son: and he called his name JESUS.
Now when Jesus was born in Bethlehem of Judaea in the days of Herod the
king, behold, there came wise men from the east to Jerusalem, Saying, Where
is he that is born King of the Jews? for we have seen his star in the east,
and are come to worship him. When Herod the king had heard these things,
he was troubled, and all Jerusalem with him. And when he had gathered all
the chief priests and scribes of the people together, he demanded of them
where Christ should be born. And they said unto him, In Bethlehem of Judaea:
for thus it is written by the prophet, And thou Bethlehem, in the land
of Juda, art not the least among the princes of Juda: for out of thee shall
come a Governor, that shall rule my people Israel. Then Herod, when he
had privily called the wise men, enquired of them diligently what time
the star appeared. And he sent them to Bethlehem, and said, Go and search
diligently for the young child; and when ye have found him, bring me word
again, that I may come and worship him also. |