<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 49 = Perry 95

Ἀνὴρ καὶ γυνὴ ἀργαλέα.

Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρώους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης. Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, ἔφη πρὸς αὐτήν· Ἀλλ' ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες; Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.

(variant version from Chambry's first edition)

Ἀνὴρ καὶ γυνὴ ἀργαλέα.

Ἔχων τις γυναῖκα πρὸς τοὺς κατ' οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν, ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρώους οἰκέτας οὕτω διάκειται. Διὸ δὴ καὶ μετ' εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. Μετὰ δ' ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς, ἐπυνθάνετο πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. Τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, πρὸς αὐτὴν ἔφη· Ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριβες τὴν ἡμέραν;"
Ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.