<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 38 = Perry 81

Ἀλώπηξ καὶ πίθηκος βασιλεὺς αἱρεθείς.

Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμβάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· "Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζώων βασιλεύεις;" Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα
ὀφλισκάνουσιν.

(variant version from Chambry's first edition)

Ἀλώπηξ καὶ πίθηκος βασιλεὺς αἱρεθείς.

Ἐν συνόδῳ τῶν ἀλόγων ζώων ὠρχήσατο πίθηκος καὶ εὐδικιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον. Ἀγαγοῦσα οὖν αὐτὸν ἐνταὺθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάβῃ. Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ' αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. Ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· Ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζώων βασιλεύεις;
Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.