<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 352 = Perry 226

(variant version from Chambry's first edition)

Χελώνη καὶ λαγωός.

Ποδῶν χελώνης κατεγέλα λαγωός. Ἡ δὲ ἔφη· Ἐγώ σε τὸν ταχύπουν νικήσω. Ὁ δέ· Λόγῳ μόνῳ λέγεις τοῦτο· ἀλλ' ἔριζε καὶ γνῶθι. – Τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ βραβεύσει τὴν νίκην; – Ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη. Ἔταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ. Ὁ δὲ λαγωὸς τοῖς ποσὶ θαρρῶν ἐκοιμήθη. Ἐλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν.
Ὅτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ' ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.