<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 333 = Perry 294

[...]

(variant version from Chambry's first edition)

Ταὼν καὶ γέρανος.

Ἢριζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου. Ἡ δὲ ἔφη· Ἀλλ' ἐγὼ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδ' ἄνω φαίνῃ.
Ὅτι κρεῖσσον περίβλεπτόν τινα εἶναι σὺν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως σὺν πλουσίᾳ ἐστθῆτι.

(variant version from Chambry's first edition)

Ταὼν καὶ γέρανος.

Ταὼν δέ ποτε γεράνου κατεγέλα,
ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου,
λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους,
ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα,
ὥσπερ τις ἄναξ οὖσα, φησί, τυγχάνω.
Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει·
Ἀλλ' ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων,
καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη·
σὺ δ', ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις
μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων.

Ὅτι κρεῖσσόν ἐστι περίβλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον. 


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.