<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 309 = Perry 204

Πλούσιος καὶ βυρσοδέψης.

Πλούσιος βυρσοδέψῃ παρῳκίσθη. μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταθῇ. Ὁ δὲ ἀεὶ αὐτὸν διανεβάλλετο λέγων μετ' ὀλίγον χρόνον μεταθήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέβη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραύνει.

(variant version from Chambry's first edition)

Πλούσιος καὶ βυρσοδέψης.

Ἐν τόπῳ τινὶ πλησίον ἀνδρὸς πλουσίου βυρσοδέψης ἔμελλεν οἰκῆσαι. Ὁ δὲ τοῦτον ἐδίωκε διὰ τὴν δυσοσμίαν. Τοῦ δὲ λέγοντος· Πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ, ἔφη· Οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποβαλοῦμεν.
Ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμβουλίαις, μάλιστα ταῖς πρὸς βλάβην τῆς φύσεως οὔσαις.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.