<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 299 = Perry 94

(variant version from Chambry's first edition)

Μήτηρ καὶ θυγατέρες.

Γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θἀτέραν δὲ κεραμεῖ. Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δέ· Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ' ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. Ἐκεῖθεν δ' ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ' αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ' αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί.
Ὁ μῦθος ὅτι οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.