<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 273 = Perry 179

Ὄνος καὶ κηπουρός.

Ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ' ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. Τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι, πάλιν ἐδυσφόρει, πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τ ὺς κεράμους κομίζων. Πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε, καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ' αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτ ς γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι πεῖραν.

(variant version from Chambry's first edition)

Ὄνος καὶ κηπουρός.

Ὄνος κηπουρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἔσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευσε κεραμεῖ αὐτὸν πολῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· Ἀλλ' ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι.
Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάβωσιν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.