<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 268 = Perry 357

Ὄνος ἵππον μακαρίζων.

Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδ' ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. Ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ' ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.

(variant version from Chambry's first edition)

Ὄνος ἵππον μακαρίζων.

Ὄνος δέ ποτε ἐμακάριζεν ἵππον
διὰ τὴν τροφὴν αὐτοῦ καὶ θεραπείαν,
αὑτοῦ δὲ τύχην ὄνος κατεμυκτήρει,
ὡς ἀχθοφόρου καὶ πολλὰ κοπιῶντος,
οὐδὲ ἄχυρον λαμβάνοντος εἰς κόρον.
Ὅτε δ' ἐπέστη ὁ καιρὸς τοῦ πολέμου,
ὁ στρατιώτης σὺν τοῖς ὅπλοις ἐπέβη
ὧδε κἀκεῖσε τὸν ἵππον ἐγκεντρίζων.
Ὁ δὲ εἰς μέσον ἐμβὰς τῶν πολεμίων
ξιφήρης εὐθὺς ἔκειτο ἐπ' ἐδάφους.
Ὡς οὖν ἑώρα τοῦτον ευθὺς ὁ ὄνος,
μετεβάλλετο καὶ τὸν ἵππον ἠλέει.

Ὅτι τοὺς πλουσίους καὶ ἄρχοντας οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ' ἐκείνων φθόνον καὶ κίνδυνον ἀναλογιζομένους ἀγαπᾶν χρὴ τὴν πενίαν, ἡσυχίας μητέρα.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.