<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 259 = Perry 355

Ὁδοιπόρος καὶ Ἀλήθεια.

Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εἷρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· Τίς εἶ;
Ἡ δὲ ἔφη· Ἀλήθεια. – καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; Ἡ δὲ
εἶπεν· Ὅτι τοῖς πάλαι καιροῖς παρ' ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν,
ἐάν τι ἀκούειν καὶ λέγειν θελῃς. Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.