<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 243 = Perry 352

Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός.

Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει.
Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου
ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.
Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη·
Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον·
ἐπείπερ δ' ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος,
ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων.
Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο.
Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον,
φοίνικας ἅμα, τυρόν, μέλι ὁπώρας.
Ὁ δ' αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα
καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην.
Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν,
ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν.
Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον
εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας.
Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι,
ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον.
Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον
εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης.
Ὁ δ' ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ
ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη·
Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον
ἐπαπολαύων αὐτὰ μετ' εὐφροσύνης
καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου·
ἐγὼ δ' ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων
ζήσω ἀφόβως μηδένα ὑποπτεύων.
Ὁ μῦθος δηλοῖ ὅτι
τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως
ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ' ὀδύνης. 

(variant version from Chambry's first edition)

Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός.

Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὼς σέ. Ἐὰν ἔλθῃς μετ' ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. Ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δὲ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ' ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δὲ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.
Ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως μᾶλλον συμφέρει ἢ ἐν φόβῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.