<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 179 = Perry 329

Κύων θηρευτικὸς καὶ κύνες.

Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· " Τί φεύγεις; " *οδὲ εἶπεν· " Ὅτι μὲν τποφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. " Ὁι δὲ πρὸς ἀλλήλους εἶπον· "Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα." Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν.

(variant version from Chambry's first edition)

Κύων θηρευτικὸς καὶ κύνες.

Κύων θηρευτικὸς ῥήξας τοὺς δεσμοὺς τοῦ τραχήλου ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἕτεροι οἷάπερ ταῦρον ἰδόντες εὐπαθῆμ τγς αἰτίαν τῆς φυγῆς ἐπηρώτων. Ὁ δὲ εἶπεν· Ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι· ἀεὶ μέντοι πλησίον εἰμὶ
θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος. Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· Καλῶς ἡμῖν τὸ πενιχρῶς χῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.