<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 155 = Perry 120

Κηπουρὸς καὶ κύων.

Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ' ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ' ἀδύνης ἐπανιών· Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα; Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

(this version was the primary selection in Chambry's first edition)

Κηπουρὸς καὶ κύων.

Κηπουροῦ κύων εἰς φρέαρ ἔπεσεν. Ὁ δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέβη. Ὁ δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ' αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· Ἀλλ' ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην;
Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.