Aesop's Fables (Chambry edition)
Chambry 115 = Perry 96
Ἔχις καὶ ἀλώπηξ.
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ
δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. Πρὸς
ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.
(variant version from Chambry's first edition)
Ἔχις καὶ ἀλώπηξ.
Ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ'
ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμβρων δεινῶς φυσηθέντος,
ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη
καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα
ἔφη· Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος.
Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |