<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 108 = Perry 88

Ἑρμῆς καὶ ἀγαλματοποιός.

Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· Ἀλλ' ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλοις ὄντα ὁ λόγος ἁρμόζει. 

(variant version from Chambry's first edition)

Ἑρμῆς καὶ ἀγαλματοποιός.

Ἑρμῆς γνῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ' ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα πόσου τις αὐτὸ πρίασθαι δύναται. Τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας πόσου τὸ τῆς Ἥρας ἔφη. Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ' ἀγαλματοποιὸς ἔφη· Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.
Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ' ἄλλοις ὄντα τιμῇ. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.