<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 101 = Perry 304

Ἐλάτη καὶ βάτος.

Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι " καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ;" Ἡ δὲ βάτος εἶπεν· " Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις." Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.

(this version was the primary selection in Chambry's first edition)

Ἐλάτη καὶ βάτος.

Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. Ἡ δὲ βάτος ἔφη· Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη.
Κρείσσων πενία ἄφοβος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.