<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 93 = Perry 153

Λύκων παρῆσαν ἄγγελοί ποτ' εἰς ποίμνην
ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην,
εφ' ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην,
δι' οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις.
μωρὴ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης
πέμπειν ἔμελλεν. ἀλλά τις γέρων ἤδη
κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας
"καινῆς γε ταύτης· εἶπε "τῆς μεσιτείης.
ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,
δι' οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως
ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;"


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.