<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 85 = Perry 343

Κυσίν ποτ' ἔχθρα καὶ λύκοις συνειστήκει.
κύων δ' ἀχαιὸς ᾑρέθη κυνῶν δήμῳ
στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων
ἔμελλεν, ἐβράδυνεν. οἱ δ' ἐπηπείλουν,
εἰ μὴ προάξει, τὴν μάχην τ' ἐνεργήσει.
"ἀκούσατ'" εἶπεν "οὗ χάριν διατρίβω,
τί δ' εὐλαβοῦμαι· χρὴ δ' ἀεὶ προβουλεύειν.
τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων
ἕν ἐστιν· ἡμῶν δ' ἦλθον οἱ μὲν ἐκ Κρήτης,
οἱ δ' ἐκ Μολοσσῶν εἰσιν, οἱ δ' Ἀκαρνάνων,
ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην
αὐχοῦσιν, ἄλλοι δ' ἄλλοθεν -- τί μηκύνω;
τὸ χρῶμα δ' ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις,
ἀλλ' οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις,
ἔνιοι δὲ πυρροὶ καὶ διάργεμοι στήθη,
ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην
εἰς πόλεμον ἄρχειν" εἶπε "τῶν ἀσυμφώνων
πρὸς τοὺς ὅμοια πάντ' ἔχοντας ἀλλήλοις;"
[Συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις·
τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.

Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.