<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 51 = Perry 212

Ἐν τῷ ποτ' οἴκῳ πρόβατον εἶχέ τις χήρη,
θέλουσα δ' αὐτοῦ τὸν πόκον λαβεῖν μείζω
ἔκειρ' ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω
τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν.
ἀλγοῦν δὲ πρόβατον εἶπε "μή με λυμαίνου·
πόσην γὰρ ὁλκὴν τοὐμὸν αἷμα προσθήσει;
ἀλλ' εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις,
ἔστιν μάγειρος, ὅς με συντόμως θύσει,
εἰ δ' εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις,
πάλιν ἔστι κουρεύς, ὃς κερεῖ με καὶ σώσει."


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.