<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 24 = Perry 314

Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ,
τὰ ζῷα δ' ἱλαροὺς ἦγε τῷ θεῷ κώμους.
καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγον·
οὓς εἶπε παύσας φρῦνος "οὐχὶ παιάνων
τοῦτ' ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·
ὅς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,
τί μὴ πάθωμεν τῶν κακῶν ἐὰν γήμας
ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;"
Χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων
ἐφ' οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.